Strabo- Book 7.7.1
Ἑκαταῖος μὲν οὖν ὁ Μιλήσιος περὶ τῆς Πελοποννήσου φησὶν διότι πρὸ τῶν Ἑλλήνων ᾤκησαν αὐτὴν βάρβαροι. σχεδὸν δέ τι καὶ ἡ σύμπασα Ἑλλὰς κατοικία βαρβάρων ὑπῆρξε τὸ παλαιόν, ἀπ' αὐτῶν λογιζομένοις τῶν μνημονευομένων, Πέλοπος μὲν ἐκ τῆς Φρυγίας ἐπαγαγομένου λαοὺς εἰς τὴν ἀπ' αὐτοῦ κληθεῖσαν Πελοπόννησον, Δαναοῦ δὲ ἐξ Αἰγύπτου, Δρυόπων τε καὶ Καυκώνων καὶ Πελασγῶν καὶ Λελέγων καὶ ἄλλων τοιούτων κατανειμαμένων τὰ ἐντὸς Ἰσθμοῦ καὶ τὰ ἐκτὸς δέ· τὴν μὲν γὰρ Ἀττικὴν οἱ μετὰ Εὐμόλπου Θρᾷκες ἔσχον, τῆς δὲ Φωκίδος τὴν Δαυλίδα Τηρεύς, τὴν δὲ Καδμείαν οἱ μετὰ Κάδμου Φοίνικες, αὐτὴν δὲ τὴν Βοιωτίαν Ἄονες καὶ Τέμμικες καὶ Ὕαντες· ὡς δὲ Πίνδαρός φησιν, ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον. καὶ ἀπὸ τῶν ὀνομάτων δὲ ἐνίων τὸ βάρβαρον ἐμφαίνεται, Κέκροψ καὶ Κόδρος καὶ Ἄικλος καὶ Κόθος καὶ Δρύμας καὶ Κρίνακος. οἱ δὲ Θρᾷκες καὶ Ἰλλυριοὶ καὶ Ἠπειρῶται καὶ μέχρι νῦν ἐν πλευραῖς εἰσιν· ἔτι μέντοι μᾶλλον πρότερον ἢ νῦν, ὅπου γε καὶ τῆς ἐν τῷ παρόντι Ἑλλάδος ἀναντιλέκτως οὔσης τὴν πολλὴν οἱ βάρβαροι ἔχουσι, Μακεδονίαν μὲν Θρᾷκες καί τινα μέρη τῆς Θετταλίας, Ἀκαρνανίας δὲ καὶ Αἰτωλίας τἆ ἄνω Θεσπρωτοὶ καὶ Κασσωπαῖοι καὶ Ἀμφίλοχοι καὶ Μολοττοὶ καὶ Ἀθαμᾶνες, Ἠπειρωτικὰ ἔθνη. | Now Hecataeus of Miletus says of the Peloponnesus that before the time of the Greeks it was inhabited by barbarians. Yet one might say that in the ancient times the whole of Greece was a settlement of barbarians, if one reasons from the traditions themselves: Pelops {395} brought over peoples {396} from Phrygia to the Peloponnesus that received its name from him; and Danaüs {397} from Egypt; whereas the Dryopes, the Caucones, the Pelasgi, the Leleges, and other such peoples, apportioned among themselves the parts that are inside the isthmus--and also the parts outside, for Attica was once held by the Thracians who came with Eumolpus, {398} Daulis in Phocis by Tereus, {399} Cadmeia {400} by the Phoenicians who came with Cadmus, and Boeotia itself by the Aones and Temmices and Hyantes. According to Pindar, “there was a time when the Boeotian tribe was called “Syes.” {401} {402} Moreover, the barbarian origin of some is indicated by their names--Cecrops, Godrus, Aïclus, Cothus, Drymas, and Crinacus. And even to the present day the Thracians, Illyrians, and Epeirotes live on the flanks of the Greeks (though this was still more the case formerly than now); indeed most of the country that at the present time is indisputably Greece is held by the barbarians--Macedonia and certain parts of Thessaly by the Thracians, and the parts above Acarnania and Aetolia by the Thesproti, the Cassopaei, the Amphilochi, the Molossi, and the Athamanes--Epeirotic tribes. |